Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.26 Dem. 6.30 (English) >>Dem. 6.35

6.29οὔτε γὰρ αὐτὸς ἄν ποθʼ ὑπέμεινα πρεσβεύειν, οὔτʼ ἂν ὑμεῖς οἶδʼ ὅτι ἐπαύσασθε πολεμοῦντες, εἰ τοιαῦτα πράξειν τυχόντʼ εἰρήνης Φίλιππον ᾤεσθε· ἀλλʼ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα. καὶ πάλιν γʼ ἑτέρους καλεῖν. τίνας; τοὺς ὅτʼ ἐγὼ γεγονυίας ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους, αἰσθόμενος φενακιζομένην τὴν πόλιν, προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι Πύλας οὐδὲ Φωκέας, 6.30λέγοντας ὡς ἐγὼ μὲν ὕδωρ πίνων εἰκότως δύστροπος καὶ δύσκολός εἰμί τις ἄνθρωπος, Φίλιππος δʼ, ἅπερ εὔξαισθʼ ἂν ὑμεῖς, ἂν παρέλθῃ, πράξει, καὶ Θεσπιὰς μὲν καὶ Πλαταιὰς τειχιεῖ, Θηβαίους δὲ παύσει τῆς ὕβρεως, Χερρόνησον δὲ τοῖς αὑτοῦ τέλεσιν διορύξει, Εὔβοιαν δὲ καὶ τὸν Ὠρωπὸν ἀντʼ Ἀμφιπόλεως ὑμῖν ἀποδώσει· ταῦτα γὰρ ἅπαντʼ ἐπὶ τοῦ βήματος ἐνταῦθα μνημονεύετʼ οἶδʼ ὅτι ῥηθέντα, καίπερ ὄντες οὐ δεινοὶ τοὺς ἀδικοῦντας μεμνῆσθαι. 6.31καὶ τὸ πάντων αἴσχιστον, καὶ τοῖς ἐκγόνοις πρὸς τὰς ἐλπίδας τὴν αὐτὴν εἰρήνην εἶναι ταύτην ἐψηφίσασθε· οὕτω τελέως ὑπήχθητε. τί δὴ ταῦτα νῦν λέγω καὶ καλεῖν φημὶ δεῖν τούτους; ἐγὼ νὴ τοὺς θεοὺς τἀληθῆ μετὰ παρρησίας ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι· 6.32οὐχ ἵνʼ εἰς λοιδορίαν ἐμπεσὼν ἐμαυτῷ μὲν ἐξ ἴσου λόγον παρʼ ὑμῖν ποιήσω, τοῖς δʼ ἐμοὶ προσκρούσασιν ἐξ ἀρχῆς καὶ νῦν παράσχω πρόφασιν τοῦ πάλιν τι λαβεῖν παρὰ Φιλίππου, οὐδʼ ἵνʼ ὡς ἄλλως ἀδολεσχῶ· ἀλλʼ οἴομαί ποθʼ ὑμᾶς λυπήσειν Φίλιππος πράττει μᾶλλον τὰ νυνί·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.26 Dem. 6.30 (English) >>Dem. 6.35

Powered by PhiloLogic